TLG 1594 002 :: PHILO Judaeus Senior :: Fragmenta PHILO Judaeus Senior Epic., fiq Philo Senior Hist. Fragmenta frr. 681–686 Citation: Fragment — (line) | ||
681-686(t) | περὶ Ἱεροσόλυμα | |
681-685(t) | περὶ Ἱεροσόλυμα αʹ | |
681 | ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς | |
1 | 〈〉 Ἀβραὰμ κλυτοηχές, ὑπέρτερον ἅμματι δεσμῶν, παμφαὲς ἐπλήμμυρε μεγαυχήτοισι λογισμοῖς θειοφιλῆ θέλγηθρα. λιπόντι γὰρ ἀγλαὸν ἕρκος | |
---|---|---|
5 | αἰνοφύτων ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων ἀθάνατον ποίησεν ἑὴν φάτιν· ἐξέτι κείνου ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος. | |
682 | †ἄρτι χερὸς θνητοῖο ξιφηφόρον † ἐντύνοντος λήμματι καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος· | |
ἀλλ’ ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν. | 328 | |
683 | νηχομένο〈ι〉ς δ’ ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο δέρκηθρον· συναοιδὰ μεγιστούχοιο λοετροῖς ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης. | |
684 | ῥεῦμα γὰρ ὑψιφάεινον ἐν ὑετίοις νιφετοῖσιν ἱέμενον πολυγηθὲς ὑπαὶ πύργοις συνόροισιν στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα κρήνης | |
τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν | 329 | |
685 | αἰπὺ δ’ ἄρ’ ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι σωλῆνες | |
686(t) | περὶ Ἱεροσόλυμα ιδʹ (?) | |
1 | τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ ὕψιστος καὶ πρόσθεν ἀπ’ Ἀβραάμοιο καὶ Ἰσάκ Ἰακώβ 〈τ’〉 εὐτέκνοιο, τόθεν Ἰωσήφ, ὃς ὀνείρων θεσπιστὴς σκηπτούχῳ ἐν Αἰγύπτοιο θρόνοισιν | |
5 | δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης. | 330 |